English  Αρχική Σελίδα   Μητρόπολη   Μητροπολίτης   Eπισκοπή Αρσινόης  Επικοινωνία

  

  
  Δελτίο Κηρυγμάτων   

  
    Τυπικό 2015

  
Καταστατικό Εκκ. Κύπρου

 

 

 

Το πρώτον Αποστολικόν κήρυγμα στην Πάφο Πράξ. ιγ. 6-12
  
 
4 Οὗτοι μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος τοῦ ῾Αγίου κατῆλθον εἰς τὴν Σελεύκειαν, ἐκεῖθεν τε ἀπέπλευσαν εἰς τὴν Κύπρον, 5 καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ Θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν ᾿Ιουδαίων· εἶχον δὲ καὶ ᾿Ιωάννην ὑπηρέτην. 6 Διελθόντες δὲ τὴν νῆσον ἄχρι Πάφου εὗρόν τινα μάγον ψευδοπροφήτην ᾿Ιουδαῖον ᾧ ὄνομα Βαριησοῦς, 7 ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρνάβαν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ Θεοῦ·
8 ἀνθίστατο δὲ αὐτοῖς ᾿Ελύμας ὁ μάγος –οὕτω γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ– ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. 9 Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύματος ἁγίου καὶ ἀτενίσας πρὸς αὐτὸν 10 εἶπεν· ὦ πλήρης παντὸς δόλου καὶ πάσης ραδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας; 11 καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμα δὲ ἔπεσεν ἐπ᾿ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. 12 τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν, ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ Κυρίου.